{"translation":{"id":"grc_sbl","name":"Η Καινή Διαθήκη","website":"https://ebible.org/Scriptures/details.php?id=grcsbl","licenseUrl":"https://ebible.org/Scriptures/details.php?id=grcsbl","shortName":"SBL","englishName":"SBL Greek NT","language":"grc","textDirection":"ltr","sha256":"d85013976e2b69710330529caf3081ac181767096ac5d9c1be821ee843aea87a","availableFormats":["json"],"listOfBooksApiLink":"/api/grc_sbl/books.json","completeTranslationApiLink":"/api/grc_sbl/complete.json","simpleCompleteTranslationApiLink":"/api/grc_sbl/complete.simple.json","numberOfBooks":27,"totalNumberOfChapters":260,"totalNumberOfVerses":7939,"languageName":"Ancient Greek","languageEnglishName":"Ancient Greek"},"book":{"id":"JHN","translationId":"grc_sbl","name":"ΚΑΤΑ ΙΩΑΝΝΗΝ","commonName":"ΚΑΤΑ ΙΩΑΝΝΗΝ","title":"ΚΑΤΑ ΙΩΑΝΝΗΝ","order":43,"numberOfChapters":21,"sha256":"7796bd3f4735fde0396c71e6b72675aa2a096376c020a4ff95e0a0d7ffc68738","firstChapterNumber":1,"firstChapterApiLink":"/api/grc_sbl/JHN/1.json","firstChapterReference":{"translationId":"grc_sbl","book":"JHN","chapter":1},"lastChapterNumber":21,"lastChapterApiLink":"/api/grc_sbl/JHN/21.json","lastChapterReference":{"translationId":"grc_sbl","book":"JHN","chapter":21},"totalNumberOfVerses":878},"chapter":{"number":12,"content":[{"type":"verse","number":1,"content":["Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν ⸀Λάζαρος",{"noteId":425},"ὃν ἤγειρεν ἐκ νεκρῶν ⸀Ἰησοῦς",{"noteId":426}]},{"type":"verse","number":2,"content":["ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκ",{"noteId":427},"ῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ⸀ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ·"]},{"type":"verse","number":3,"content":["ἡ οὖν ⸀Μαριὰμ",{"noteId":428},"λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου."]},{"type":"verse","number":4,"content":["λέγει ⸀δὲ",{"noteId":429},"⸂Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ",{"noteId":430},", ὁ μέλλων αὐτὸν παραδιδόναι·"]},{"type":"verse","number":5,"content":["Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;"]},{"type":"verse","number":6,"content":["εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ⸀ἔχων",{"noteId":431},"τὰ βαλλόμενα ἐβάσταζεν."]},{"type":"verse","number":7,"content":["εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ⸀ἵνα",{"noteId":432},"εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸀τηρήσῃ",{"noteId":433},"αὐτό·"]},{"type":"verse","number":8,"content":["τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε."]},{"type":"verse","number":9,"content":["Ἔγνω ⸀οὖν",{"noteId":434},"ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν."]},{"type":"verse","number":10,"content":["ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,"]},{"type":"verse","number":11,"content":["ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν."]},{"type":"verse","number":12,"content":["Τῇ ἐπαύριον ⸀ὁ",{"noteId":435},"ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ",{"noteId":436},"Ἰησοῦς εἰς Ἱεροσόλυμα,"]},{"type":"verse","number":13,"content":["ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον",{"noteId":437},"Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ",{"noteId":438},"βασιλεὺς τοῦ Ἰσραήλ."]},{"type":"verse","number":14,"content":["εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον·"]},{"type":"verse","number":15,"content":["Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου."]},{"type":"verse","number":16,"content":["⸀ταῦτα",{"noteId":439},"οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ",{"noteId":440},"τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ."]},{"type":"verse","number":17,"content":["ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν."]},{"type":"verse","number":18,"content":["διὰ τοῦτο ⸀καὶ",{"noteId":441},"ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν",{"noteId":442},"τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον."]},{"type":"verse","number":19,"content":["οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος",{"noteId":443},"ὀπίσω αὐτοῦ ἀπῆλθεν."]},{"type":"verse","number":20,"content":["Ἦσαν δὲ ⸂Ἕλληνές τινες",{"noteId":444},"ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·"]},{"type":"verse","number":21,"content":["οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν."]},{"type":"verse","number":22,"content":["ἔρχεται ⸀ὁ",{"noteId":445},"Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸀ἔρχεται",{"noteId":446},"Ἀνδρέας καὶ",{"noteId":447},"Φίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ."]},{"type":"verse","number":23,"content":["ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται",{"noteId":448},"αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου."]},{"type":"verse","number":24,"content":["ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει."]},{"type":"verse","number":25,"content":["ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει",{"noteId":449},"αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν."]},{"type":"verse","number":26,"content":["ἐὰν ἐμοί ⸂τις διακονῇ",{"noteId":450},"ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸀ἐάν",{"noteId":451},"τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ."]},{"type":"verse","number":27,"content":["Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην."]},{"type":"verse","number":28,"content":["πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω."]},{"type":"verse","number":29,"content":["ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν."]},{"type":"verse","number":30,"content":["ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν",{"noteId":452},"· Οὐ διʼ ἐμὲ ⸂ἡ φωνὴ αὕτη",{"noteId":453},"γέγονεν ἀλλὰ διʼ ὑμᾶς."]},{"type":"verse","number":31,"content":["νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·"]},{"type":"verse","number":32,"content":["κἀγὼ ⸀ἐὰν",{"noteId":454},"ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν."]},{"type":"verse","number":33,"content":["τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν."]},{"type":"verse","number":34,"content":["ἀπεκρίθη ⸀οὖν",{"noteId":455},"αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ",{"noteId":456},"⸀ὅτι",{"noteId":457},"δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;"]},{"type":"verse","number":35,"content":["εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν",{"noteId":458},"ἐστιν. περιπατεῖτε ⸀ὡς",{"noteId":459},"τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει."]},{"type":"verse","number":36,"content":["⸀ὡς",{"noteId":460},"τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.",{"noteId":461},"Ταῦτα ⸀ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπʼ αὐτῶν."]},{"type":"verse","number":37,"content":["τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,"]},{"type":"verse","number":38,"content":["ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;"]},{"type":"verse","number":39,"content":["διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας·"]},{"type":"verse","number":40,"content":["Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσεν",{"noteId":462},"αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν",{"noteId":463},"καὶ ⸀ἰάσομαι",{"noteId":464},"αὐτούς."]},{"type":"verse","number":41,"content":["ταῦτα εἶπεν Ἠσαΐας ⸀ὅτι",{"noteId":465},"εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ."]},{"type":"verse","number":42,"content":["ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται,"]},{"type":"verse","number":43,"content":["ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ."]},{"type":"verse","number":44,"content":["Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με,"]},{"type":"verse","number":45,"content":["καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με."]},{"type":"verse","number":46,"content":["ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ."]},{"type":"verse","number":47,"content":["καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ",{"noteId":466},"ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον."]},{"type":"verse","number":48,"content":["ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·"]},{"type":"verse","number":49,"content":["ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκεν",{"noteId":467},"τί εἴπω καὶ τί λαλήσω."]},{"type":"verse","number":50,"content":["καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ",{"noteId":468},", καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ."]}],"footnotes":[{"noteId":425,"caller":"+","text":"Λάζαρος WH NA28 ] + ὁ τεθνηκώς Treg RP","reference":{"chapter":12,"verse":1}},{"noteId":426,"caller":"+","text":"Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg; – RP","reference":{"chapter":12,"verse":1}},{"noteId":427,"caller":"+","text":"ἐκ WH Treg NA28 ] – RP","reference":{"chapter":12,"verse":2}},{"noteId":428,"caller":"+","text":"Μαριὰμ WH Treg NA28 ] Μαρία RP","reference":{"chapter":12,"verse":3}},{"noteId":429,"caller":"+","text":"δὲ WH NA28 ] οὖν Treg RP","reference":{"chapter":12,"verse":4}},{"noteId":430,"caller":"+","text":"Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NA28; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP","reference":{"chapter":12,"verse":4}},{"noteId":431,"caller":"+","text":"ἔχων WH Treg NA28 ] εἶχεν καὶ RP","reference":{"chapter":12,"verse":6}},{"noteId":432,"caller":"+","text":"ἵνα WH Treg NA28 ] – RP","reference":{"chapter":12,"verse":7}},{"noteId":433,"caller":"+","text":"τηρήσῃ WH Treg NA28 ] τετήρηκεν RP","reference":{"chapter":12,"verse":7}},{"noteId":434,"caller":"+","text":"οὖν Treg RP ] + ὁ WH NA28","reference":{"chapter":12,"verse":9}},{"noteId":435,"caller":"+","text":"⸀ὁ WH NA28 ] – Treg RP","reference":{"chapter":12,"verse":12}},{"noteId":436,"caller":"+","text":"⸁ὁ NA28 ] – WH Treg RP","reference":{"chapter":12,"verse":12}},{"noteId":437,"caller":"+","text":"ἐκραύγαζον WH Treg NA28 ] ἔκραζον RP","reference":{"chapter":12,"verse":13}},{"noteId":438,"caller":"+","text":"καὶ ὁ WH Treg NA28 ] – RP","reference":{"chapter":12,"verse":13}},{"noteId":439,"caller":"+","text":"ταῦτα WH Treg NA28 ] + δὲ RP","reference":{"chapter":12,"verse":16}},{"noteId":440,"caller":"+","text":"αὐτοῦ οἱ μαθηταὶ WH NA28 ] οἱ μαθηταὶ αὐτοῦ Treg RP","reference":{"chapter":12,"verse":16}},{"noteId":441,"caller":"+","text":"καὶ WH RP NA28 ] – Treg NIV","reference":{"chapter":12,"verse":18}},{"noteId":442,"caller":"+","text":"ἤκουσαν WH Treg NA28 ] ἤκουσεν RP","reference":{"chapter":12,"verse":18}},{"noteId":443,"caller":"+","text":"κόσμος WH Treg RP NA28 ] + ὅλος NIV","reference":{"chapter":12,"verse":19}},{"noteId":444,"caller":"+","text":"Ἕλληνές τινες WH Treg NA28 ] τινες Ἕλληνές RP","reference":{"chapter":12,"verse":20}},{"noteId":445,"caller":"+","text":"ὁ WH Treg NA28 ] – RP","reference":{"chapter":12,"verse":22}},{"noteId":446,"caller":"+","text":"ἔρχεται WH Treg NA28 ] καὶ πάλιν RP","reference":{"chapter":12,"verse":22}},{"noteId":447,"caller":"+","text":"καὶ WH Treg NA28 ] – RP","reference":{"chapter":12,"verse":22}},{"noteId":448,"caller":"+","text":"ἀποκρίνεται WH Treg NA28 ] ἀπεκρίνατο RP","reference":{"chapter":12,"verse":23}},{"noteId":449,"caller":"+","text":"ἀπολλύει WH Treg NA28 ] ἀπολέσει RP","reference":{"chapter":12,"verse":25}},{"noteId":450,"caller":"+","text":"τις διακονῇ WH Treg NA28 ] διακονῇ τις RP","reference":{"chapter":12,"verse":26}},{"noteId":451,"caller":"+","text":"ἐάν WH Treg NA28 ] καὶ ἐάν RP","reference":{"chapter":12,"verse":26}},{"noteId":452,"caller":"+","text":"Ἰησοῦς καὶ εἶπεν Treg NA28 RP ] καὶ εἶπεν Ἰησοῦς WH","reference":{"chapter":12,"verse":30}},{"noteId":453,"caller":"+","text":"ἡ φωνὴ αὕτη WH Treg NA28 ] αὕτη ἡ φωνὴ RP","reference":{"chapter":12,"verse":30}},{"noteId":454,"caller":"+","text":"ἐὰν Treg NA28 RP ] ἂν WH","reference":{"chapter":12,"verse":32}},{"noteId":455,"caller":"+","text":"οὖν WH NA28 ] – Treg RP","reference":{"chapter":12,"verse":34}},{"noteId":456,"caller":"+","text":"λέγεις σὺ WH Treg NA28 ] σὺ λέγεις RP","reference":{"chapter":12,"verse":34}},{"noteId":457,"caller":"+","text":"ὅτι WH Treg NA28 ] – RP","reference":{"chapter":12,"verse":34}},{"noteId":458,"caller":"+","text":"ἐν ὑμῖν WH Treg NA28 ] μεθʼ ὑμῶν RP","reference":{"chapter":12,"verse":35}},{"noteId":459,"caller":"+","text":"ὡς WH Treg NA28 ] ἕως RP","reference":{"chapter":12,"verse":35}},{"noteId":460,"caller":"+","text":"ὡς WH Treg NA28 ] Ἕως RP","reference":{"chapter":12,"verse":36}},{"noteId":461,"caller":"+","text":"ἐλάλησεν WH Treg NA28 ] + ὁ RP","reference":{"chapter":12,"verse":36}},{"noteId":462,"caller":"+","text":"ἐπώρωσεν WH Treg NA28 ] πεπώρωκεν RP","reference":{"chapter":12,"verse":40}},{"noteId":463,"caller":"+","text":"στραφῶσιν WH Treg NA28 ] ἐπιστραφῶσιν RP","reference":{"chapter":12,"verse":40}},{"noteId":464,"caller":"+","text":"ἰάσομαι WH Treg NA28 ] ἰάσωμαι RP","reference":{"chapter":12,"verse":40}},{"noteId":465,"caller":"+","text":"ὅτι WH Treg NA28 ] ὅτε RP","reference":{"chapter":12,"verse":41}},{"noteId":466,"caller":"+","text":"φυλάξῃ WH Treg NA28 ] πιστεύσῃ RP","reference":{"chapter":12,"verse":47}},{"noteId":467,"caller":"+","text":"δέδωκεν WH Treg NA28 ] ἔδωκεν RP","reference":{"chapter":12,"verse":49}},{"noteId":468,"caller":"+","text":"ἐγὼ λαλῶ WH Treg NA28 ] λαλῶ ἐγὼ RP","reference":{"chapter":12,"verse":50}}]},"thisChapterLink":"/api/grc_sbl/JHN/12.json","thisChapterReference":{"translationId":"grc_sbl","book":"JHN","chapter":12},"thisChapterAudioLinks":{},"nextChapterApiLink":"/api/grc_sbl/JHN/13.json","nextChapterReference":{"translationId":"grc_sbl","book":"JHN","chapter":13},"nextChapterAudioLinks":{},"previousChapterApiLink":"/api/grc_sbl/JHN/11.json","previousChapterReference":{"translationId":"grc_sbl","book":"JHN","chapter":11},"previousChapterAudioLinks":{},"thisChapterAudioTimings":{},"nextChapterAudioTimings":{},"previousChapterAudioTimings":{},"numberOfVerses":50,"simpleChapterApiLink":"/api/grc_sbl/JHN/12.simple.json","thisChapterWordsLink":"/api/grc_sbl/JHN/12.words.json","previousChapterWordsLink":"/api/grc_sbl/JHN/11.words.json","nextChapterWordsLink":"/api/grc_sbl/JHN/13.words.json"}